ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ, ΔΟΞΑΣΑΤΕ!

ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ, ΔΟΞΑΣΑΤΕ!

Χριστὸς γεννᾶται· δοξάσατε.

Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε.

Χριστὸς ἐπὶ γῆς· ὑψώθητε.

ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,

καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί·

ὅτι δεδόξασται.

Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ,

καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως,

Χριστῷ τῷ Θεῷ βοήσωμεν·

Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἷ Κύριε.

῾Ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί,

καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας,

ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος,

ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός.

Δόξα τῇ δυνάμει σου, Κύριε.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,

τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον,

εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν·

ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες,

ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο·

τῇ Παρθένῳ δὲ ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,

διελήλυθε φυλάξας ἀδιάφθορον·

ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως,

τὴν τεκούσαν κατέσχεν ἀπήμαντον.

Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες

δυσσεβοῦς προστάγματος καταφρονήσαντες,

πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν,

ἀλλ’ ἐν μέσῳ τῆς φλογὸς ἐστῶτες ἔψαλλον·

Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον·

οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους,

ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου, ἣν ὑπέδη, νηδύν·

διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·

Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,

καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον!

οὐρανὸν τὸ σπήλαιον·

θρόνον Χερουβικὸν τὴν Παρθένον·

τὴν φάτνην χωρίον ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,

Χριστὸς ὁ Θεὸς· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.